Ancient Greek
ΚΔ΄ XXIV (Duebn. XXX vulg. 14), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection f
Not analysed yet
Ὢ στρατιωτικοῦ καλοῦ, καὶ αὐτουργοῦ, καὶ μεστοῦ ἐλευθερίας· ὦ γῆς καὶ γεωργίας καλὰ καὶ γενναῖα θρέμματα, ὡς ὑμῶν ἐπαινῶ μὲν τὰς ἀρετάς, ἐπαινῶ δὲ καὶ τὰ ὅπλα, οἷς ὑπὲρ τῆς οἰκείας ||γῆς ἐμαχέσασθι, ὑπὲρ ἀμπέλων, ἃς ἐκάμετε, ὑπὲρ ἐλαῶν, ἃς ἐφυτεύσασθε. Ἀπὸ τοιούτων πάλιν ἐπὶ τὴν γῆν ἤλθετε, ἐκ πολέμων γεωργοί, ἐκ γεωργῶν ἀριστεῖς. τῆς καλῆς ἀντιδόσεως.