Ancient Greek
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 7
Maximus of Tyre, Dialexeis 7-2
Not analysed yet
Ἀλλʼ οὐχὶ δαιμόνων πᾶς πάντα δρᾷ, ἀλλʼ αὐτοῖς διακέκριται κἀκεῖ τὰ ἔργα, ἄλλο ἄλλῳ. Καὶ τοῦτό ἐστιν ἀμέλει τὸ ἐμπαθές, ᾧ ἐλαττοῦται δαίμων θεοῦ. Ὡς γὰρ εἶχον φύσεως, ὅτε περὶ γῆν ἦσαν, οὐκ ἐθέλουσιν ταύτης παντάπασιν ἀπαλλάττεσθαι· ἀλλὰ καὶ Ἀσκληπιὸς ἰᾶται νῦν, καὶ ὁ Ἡρακλῆς ἰσχυρίζεται, καὶ Διόνυσος βακχεύει, καὶ Ἀμφίλοχος μαντεύεται, καὶ οἱ Διόσκουροι ναυτίλλονται, καὶ Μίνως δικάζει, καὶ Ἀχιλλεὺς ὁπλί |ζεται. Ἀχιλλεὺς νῆσον οἰκεῖ εὐθὺ Ἴσιρου κατὰ τὴν Ποντικὴν θάλατταν, Ἀχιλλέως ναός, καὶ βωμοὶ Ἀχιλλέως· καὶ ἑκὼν μὲν οὐκ ἄν τις προσέλθοι, ὅτι μὴ θύσων· θύσας δέ, ἐπιβαίνει τῆς νεώς. Εἶδον ἤδη ναῦται πολλάκις ἄνδρα ἠΐθεον, ξανθὸν τὴν κόμην, πηδῶντα ἐν ὅπλοις· τὰ ὅπλα χρυσᾶ· οἱ δὲ εἶδον μὲν οὐδαμῶς, ἤκουσαν δὲ παιωνίζοντος· οἱ δὲ καὶ εἶδον καὶ ἤκουσαν. Ἤδη δέ τις καὶ κατέδαρθεν ἄκων ἐν τῇκαὶ αὐτὸν Ἀχιλλεὺς ἀνίστησιν, καὶ ἐπὶ σκηνὴν ἄγει, καὶ εὐωχεῖ· ὁ Πάτροκλος ᾠνοχόει, Ἀχιλλεὺς ἐκιθάριζεν, παρεῖναι δὲ ἔφη καὶ τὴν Θέτιν, καὶ ἄλλων δαιμόνων χορόν. Ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα τὸ πεδίον, καὶ ἀστράπτων. Ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐδὲ τὸν Ἕκτορα εἶδον· εἶδον δὲ καὶ Διοσκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλʼ οὐχὶ ὄναρ· εἶδον καὶ τὸν Ἡρακλέα, ἀλλʼ ὕπαρ.