Ancient Greek
1.Subsection a to 1.Subsection d
Maximus of Tyre, Dialexeis 1.Subsection a-8-Subsection d
Not analysed yet
Ἀφίκετό ποτε Ἀθήναζε Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης, κομίζων λόγον, οὑτωσὶ ῥηθέντα, πιστεύεσθαι χαλεπόν· ἐν τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ κείμενος ὕπνῳ βαθεῖ ἔτη συχνά, ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις, καὶ ἀληθείᾳ, καὶ δίκη. Τοιαῦτα ἄττα διαμυθολογῶν ᾐνίττετο, οἶμαι, ὁ Ἐπιμενίδης, ὡς ἄρα ὁ ἐν γῇ βίος ταῖς τῶν ἀνθρώπω ψυχαῖς ὀνείρατι ἔοικεν μακρῷ καὶ πολυετεῖ. Πιθα νώτερος δʼ ἦν ἂν καὶ τὰ Ὁμήρου ἔπη προστιθεὶς τῷ αὐτοῦ λόγῳ, ἃ περὶ ὀνείρων ἐκεῖνος.