Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a-16
Not analysed yet
Κἄν ὑπαλλάξῃς τὸ ὄνομα, καὶ χαρὰν τὴν ἡδονὴν καλῇς, οὐ νεμεσῶ τῆς ἀφθονίας τῶν ὀνομάτων, τὸ δὲ πρᾶγμα αἷρῶ, καὶ τὴν ἡδονὴν γνωρίζω· ἥ ποιεῖ τὸν Ἡρακλέα ἐκεῖνον, τὸν τῶν πολλῶν καὶ θαυμαστῶν πόνων ὁμιλητὴν καὶ ἀγωνιστὴν καὶ ἐθάδα, τὸν πρὸς τὰ θηρία παραβαλλόμενον, τὸν τοῖς παν ταχοῦ δυνάσταις προσφερόμενον, τὸν πρὸς τοὺς ἀγρίους φιλονεικοῦντα, τὸν ἡμερωτὴν τῆς γῆς, τὸν καθαρτήν, τὸν ἐπὶ τὴν Οἴτην ἰόντα, τὸν ἐπὶ πῦρ παραγιγνόμενον. ἄλλο τι ἢ μεγάλαις καὶ θαυμασταῖς καὶ ἀκράτοις ἡδοναῖς χειραγωγούμενον, ταῖς μὲν παρούσαις ὁμοῦ τοῖς πόνοις, ταῖς δὲ μελλούσαις μετὰ τοὺς πόνους, ἐπὶ ταῦτα ῖέναι ἑκόντα.