Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection c-5
Not analysed yet
Ὥπερ γὰρ ἐν ταῖς σωμάτων νόσοις ἀγαπᾷ ὁ κάμνων τεμινόμενος καὶ ἐμπιμπράμενος, καὶ διψῶν, καὶ λιμώττων, καὶ τὰ δυσχερῆ τῇ φύσει προσιέμενος ἑκών, ἀντικαταλλαττόμενος ταῦτα τῆς προσδοκίας τοῦ ὕπνου, εἰ δὲ ἀφέλοις τὴν ἐλπίδα τοῦ μέλλοντος ἀγαθοῦ, ἀφαιρήσεις τὴν αἵρεσιν τῶν παρόντων κακῶν, οὕτω κὰν ταῖς πράξεσιν ἀντίδοσις γίγνεται πρὸς ἡδονὰς πόνων, ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δέ σε, εἰ ἄνευ τῆς πρὸς αὐτὴν φιλίας τὴν ἀρετὴν ψυχὴ εἵλετο; ἐὰν γὰρ τὴν φιλίαν δῷς, ἡδονὴν δίδως.