Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a-3
Not analysed yet
Ἀλλʼ εἰ τοῦτο ἐξ ἅπαντος ἠυλαβεῖτο ἓν τῷ ἀγαθῷ ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρτάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγχάνοντα πάσαις |ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ ἐπιτηδεύμασιν καὶ ἐπιθυ ||μίαις, σωφρονιστὴν κοινὸν πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπικόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα λέγοντα.