Ancient Greek
7.Subsection a to 7.Subsection b
Maximus of Tyre, Dialexeis 7.Subsection a-9-Subsection b
Not analysed yet
Ὅνπερ οὖν τρόπον ὁ μὲν θαρσῶν τῇ ἀρετῇ πρόσεισιν τοῖς θεοῖς ἄνευ δέους, ὁ δὲ ταπεινὸς διὰ μοχθηρίαν μετὰ πολλοῦ δέους, δύσελπις, καὶ δεδιὼς τοὺς θεούς, ὥσπερ τοὺς τυράννους, τοῦτον, οἶμαι, τὸν τρόπον καὶ πρὸς ἀνθρώπους εὔελπις μὲν καὶ θαρσαλέον ἡ φιλία, δύσελπις δὲ καὶ ἐπτηχὸς ἡ κολακεία. Τυ. ράννῳ οὐδεὶς φίλος, βασιλεῖ δὲ οὐδεὶς κόλαξ· βασιλεία δὲ τυραννίδος θειότερον.