Ancient Greek
6.Subsection d to 6.Subsection f
Maximus of Tyre, Dialexeis 6.Subsection d-Subsection f
Not analysed yet
Φιλία μὲν ἐπαινετόν, κολακεία δὲ ἐπονείδιστον· φιλία γὰρ ἑκατέρου πρὸς ἑκάτερον ἴσην ἔχει τὴν ἀντίδοσιν, ἡ δὲ κολακεία χωλεύει· ὁ γάρ του ἐνδεὴς θεραπεύων τὸν ἔχοντα κατὰ τὴν χρείαν, καθόσον οὐκ ἀντιθεραπεύεται, ἐλέγχει τὸ ἄνισον. Ὁ φίλος λανθάνων δυστυχεῖ, ὁ κόλαξ μὴ λανθάνων. Φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται· φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγχεται· φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής. Εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεούς ἐπιμιξία, ὁ μὲν εὐσεβὴς φίλος θεῷ, ὁ δὲ δεισιδαίμων κόλαξ θεοῦ· καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ ὁ δεισιδαίμων.