Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection b-4
Not analysed yet
Οὐ γὰρ ἦν περὶ τὴν Ἀσίαν σῶμα ἄλλο καλόν, οὐ Τρωῖκόν, οὐ Δαρδανικόν, οὐχ Ἑλλησπόντιον, οὐ Λύδιον, ὁμόφωνον τῷ ἐραστῇ, ἐν τοῖς αὐτοῖς ἤθεσίν τε καὶ νομίμοις τεθραμμένον· ἀλλ᾿ ἐπὶ τὴν Σπτάρτην καὶ τὸν Εὐρώταν ἔρχεται κωμαστὴς διαπόντιος, ἐξ ὀνείρων ἐραστής, καὶ ἀδικεῖ τὸν ὑποδεξάμενον, καὶ ἀνθίστησιν, καὶ διαλύει γάμον Ἑλληνικόν. λίχνου ἔρωτος, |καὶ ἀδίκων ἐνυπνίων, καὶ ὀφθαλμῶν πονηρῶν, καὶ ἡδονῆς ἡγεμόνος πολλῶν κακῶν.