Ancient Greek
7.Subsection c to 7.Subsection f
Maximus of Tyre, Dialexeis 7.Subsection c-5-Subsection f
Not analysed yet
Οὕτω καὶ Ξέρξην τὸν μέγαν ἐκεῖνον, τὸν ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς τοῖς Ἕλλησι παραταξάμενον, τοσούτων σωμάτων θεατὴν καὶ δεσπότην γενόμενον, οὐκ ἐπηγάγετο εἰς ἔρωτα οὐκ Ἰνδικὴ κόρη ὑψηλή, οὐδὲ Μηδικὴ τιαραφόρος, οὐδὲ Μαρδονικὴ μιτρηφόρος, οὐδὲ Καρικὴ ὡπλισμένη, οὐδὲ Λυδία ᾄδουσα, οὐκ Ἰωνική, οὐχ Ἑλλησποντία· ἀλλ᾿ ἐπὶ Ἄμηστριν ἧξεν τὴν τοῦ παιδὸς γαμετήν. κακίστου ἔρωτος, ὃς παραλιπὼν τὰ ἐδώδιμα, ἐπὶ τὰ πικρὰ ἦλθεν καὶ ἄβρωτα, ὑπ᾿ ἀκολάστου ἐξουσίας εἰς τὴν τοῦ φιλεῖν δύναμιν ὑβριζούσης. Ὅταν γὰρ ψυχῆς ἀφέλῃς μὲν τὸ εἰδέναι, παράσχῃς δὲ τὸ δύνασθαι, δίδως τοῖς ἁμαρτήμασιν ἐπιρροὴν καὶ ἐξουσίαν καὶ δρόμον. Ἄφελε Ἀλεξάνδρου μὲν τὴν Πριάμου δύναμιν, καὶ τὸ ἐκεῖ θάρσος, καὶ μένει βουκολῶν καὶ τὴν Ἑλένην οὐκ ὀνειρώττει· ἄφελε Ξέρξου τὴν ἐξουσίαν, καὶ Ἄμηστρις, οὐκ αἰσχρὰ ἔστι καὶ ἐν ἰδιώταις;