Ancient Greek
ΚΔ΄ XXIV (Duebn. XXX vulg. 14), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection c-6
Not analysed yet
Τὰ δὲ Περσικὰ εἰ λέγοις, στρατιωτικόν μοι καὶ τοῦτο λέγεις ἐκ γεωργίας. Πότε γάρ ποτε Μῆδοι μὲν ἡττῶνται, κρατοῦσιν δὲ Πέρσαι; ὅτε Πέρσαι μὲν ἐγεώργουν ἔτι, Μῆδοι δʼ ἐπολέμουν, τότε ἦλθεν αὐτοῖς ἀγὼν κύριος. Στρατιωτικὸν ἐν Πασαργάδαις νενικημένον, γῇ τραχείᾳ ὑπʼ αὐτουργίᾳ στρατιώτας διαπεπονημένους· ἀλλʼ ἐπεὶ γεωργοῦντες ἐπαύσαντο οἱ Πέρσαι, καὶ τῆς γῆς ἐπελάθοντο, καὶ τῶν ἀρότρων καὶ τῶν ἀμητηρίων, τότε ἀπέβαλλον καὶ τὰς ἀρετὰς ὁμοῦ τοῖς ὀργάνοις.