Ancient Greek
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection d-2
Not analysed yet
Ἀληθῆ λεγέτω, κἂν ποιητὴς λέγῃ, κἂν μῦθον λέγῃ, κἂν ᾄδων λέγῃ, ἕψομαι τοῖς αἰνίγμασιν, καὶ |διερευνήσομαι τὸν μῦθον, καὶ οὐκ ἐκστήσει με ἡ ||ᾠδή· ἀληθῆ λεγέτω, κἂν ψιλῶς λέγῃ, δέξομαι καὶ ἀγαπήσω τὴν ῥᾳστώνην τῶν ἀκουσμάτων· ἐὰν δὲ ἀφέλῃς ἑκατέρου τὸ ἀληθές, καὶ τοῦ ποιητοῦ καὶ τοῦ φιλοσόφου, ἄμουσον μὲν τὴν ᾠδὴν ποιεῖς, μῦθον δὲ τὸν λόγον· ἄνευ δὲ τοῦ ἀληθοῦς μήτε μύθῳ ποιητοῦ διαπιστεύσῃς τὸ πάμπαν, μήτε φιλοσόφου λόγῳ.