Ancient Greek · ~6 min
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 8
Maximus of Tyre, Dialexeis 8-3
Not analysed yet
Καὶ γὰρ Ἐπίκουρος λέγει μὲν λόγους, ἀλλὰ μύθων ἀτοπωτέρους· ὥστε ἔγωγε πιστεύω μᾶλλον Ὁμήρῳ περὶ Διὸς λέγοντι, ὅτι ψυχὰς δυοῖν ἀριστέοιν ἐπὶ πλάστιγγος χρυσῆς ἐταλάντευεν, τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἀνδροφόνοιο, ἀνατείνας τὰ ζυγὰ τῇ δεξιᾶ· ὁρῶ γὰρ τὴν εἱμαρμένην τῶν ἀνδρῶν συναπονεύουσαν τῇ Διὸς δεξιᾶ οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσω. Αἰσθάνομαι τῶν Διὸς νευμάτων· διὰ τούτων γῆ μένει, καὶ ἀναχεῖται θάλαττα, καὶ ἀὴρ διαρρεῖ, καὶ πῦρ ἄνω θεῖ, καὶ οὐρανὸς περιφέρεται, καὶ ζῷα γίνεται, καὶ δένδρα φύεται· τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου ἀρετὴ καὶ εὐδαιμονία. Συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης ἐν πάντεσσι πόνοισι. Ξυνίημι καὶ τοῦ Ἀπόλλωνος, τοξότης ὁ θεὸς καὶ μουσικός· καὶ φιλῶ μὲν αὐτοῦ τὴν ἁρμονίαν, φοβοῦμαι δὲ τὴν τοξείαν. Σείει δὲ καὶ Ποσειδῶν γῆν τριστόμῳ δόρατι, ξυνάγει καὶ Ἄρης στρατοπέδων τάξεις, καὶ ὁ Ἥφαιστος χαλκεύει· ἀλλʼ οὐκ Ἀχιλλεῖ μόνῳ, πάσῃ διαπύρῳ χρείᾳ συντάττεται καὶ συνεργάζεται. Ταῦτα μὲν οἱ ποιηταὶ λέγουσιν, ταῦτα δὲ καὶ οἱ φιλόσοφοι λέγουσιν· ὧν ἂν μεταλάβῃς τὰ ὀνόματα, |εὑρήσεις τὴν ὁμοιότητα, καὶ γνωριεῖς τὸ διήγημα. Κάλει τὸν μὲν Δία νοῦν πρεσβύτατον καὶ ἀρχικώτατον, πάντα ἕπεται καὶ πειθαρχεῖ· τὴν δὲ Ἀθηνᾶν, φρόνησιν· τὸν δὲ Ἀπόλλω, ἥλιον· τὸν δὲ Ποσειδῶ, πνεῦμα διὰ γῆς καὶ θαλάττης ἰόν, οἰκονομοῦν αὐτῶν τὴν στάσιν καὶ τὴν ἁρμονίαν.