Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection h
Not analysed yet
Καὶ μὲν δὴ καὶ ἡ τῶν αἰσθητῶν φύσις, πολυειδής τε οὖσα, καὶ συμπεφορημένη, καὶ ῥέουσα, ἐν μεταβολῇ παντοίᾳ συνδιατίθησιν αὐτῇ τὴν ψυχήν, ὥστε καὶ μεταβιβάζουσαν αὐτὴν ἐπὶ τὴν τοῦ νοητοῦ φύσιν, στάσιμόν τε οὖσαν καὶ ἑδραίαν, μὴ δύνασθαι διορᾶν ἀσφαλῶς ὑπὸ τοῦ σάλου καὶ τοῦ ταράχου κραδαινομένην· οἷόν που ξυμβαίνειν φιλεῖ καὶ τοῖς ἐκ νεὼς εἰς ἤπειρον ἀποβᾶσιν· μόγις γάρ που καὶ τούτοις ἵσταται τὸ σῶμα ὑπὸ τοῦ ἐν τῷ κλύδωνι ἔθους κινούμενόν τε, καὶ περιφερόμενον, καὶ σειόμενον.