Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection a-3
Not analysed yet
Ἐν ποτέρᾳ δὴ τῶν φύσεων τούτων τὸν θεὸν τακτέον; ἆρα οὐκ ἐν τῇ στασιμωτέρᾳ καὶ ἑδραιοτέρᾳ, καὶ ἀπηλλαγμένῃ τοῦ ῥεύματος τούτου καὶ τῆς μεταβολῆς; τί γὰρ ἂν καὶ τῶν ὄντων σταίη, ὅτι μὴ τοῦ θεοῦ ἐπαφησαμένου τῆς |ἐκείνου φύσεως; Εἰ δέ σοι πρὸς τὸ πᾶν ὥσπέρ τινος χειραγωγίας δεῖ, ἔφες τῷ λόγῳ· ὁ δὲ ἐρήσεται, διαιρούμενος τὰς γνωριμωτάτας φύσεις δίχα, καὶ τὴν ἑτέραν τὴν τιμιωτέραν τέμνων ἀεί, ἔστʼ ἂν ἐφίκηται τοῦ νῦν ζητουμένου.