Ancient Greek
ΚΘ΄ XXIX (Duebn. XXXV vulg. 19), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection h-2
Not analysed yet
Ἀλλὰ τοῖς μὲν ἄλλοις ζῴοις κατ᾿ ἀγέλην ||ἑκάστην ἀποκέκριται πρὸς σωτηρίαν ἀγαθὸν ἕν, καὶ κοινωνεῖ ἴσου βίου καὶ τέλους ἑνὸς τὰ ὅμοια τοῖς ὁμοίοις, ἕκαστα ἑκάστοις, τὰ πετό|μενα, τὰ βαδίζοντα, τὰ ἕρποντα, τὰ τὴν ὑγρὰν δίαιταν ἀσπαζόμενα, τὰ σαρκοφάγα, τὰ ποιηφάγα, τὰ καρποφάγα, τὰ ἀγελαστικά, τὰ ἥμερα, τὰ ἄγρια, τὰ εὔκερω, τὰ ἄκερω· κἂν μεταθῇς τοὺς βίους, παρανομεῖς περὶ τὴν φύσιν.