Ancient Greek · ~4 min
ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 8
Maximus of Tyre, Dialexeis 8-11
Not analysed yet
Ἀλλʼ ὁρῶ τὸ πρόχειρον δὴ τοῦτο. Ὁ θεὸς οἰκονομεῖ τὸ πᾶν τοῦτο |καλῶς καὶ τεχνικῶς καὶ ἐπιστημόνως· τί δὲ οὐ μέλλει; Τί οὖν μᾶλλον ἡ ἐπιστήμη, ἢ ἀρετή; εἰ μὲν γὰρ τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν καλῇς, οὐ νεμεσῶ τῶν ὀνομάτων· οὐ γάρ ἐστιν θεῷ, καθάπερ ἀνθρώπῳ, τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον· ἀλλʼ ἀπλοῦν τὸ θεῖον, αὐτὸ ὅ, τι περ νοῦς καὶ ἐπιστήμη καὶ λόγος. Εἰ δὲ ἐν τῇ κράσει τοῦ κρείττονος πρὸς τὸ χεῖ ρον, τὸ τοῦ ἀρχομένου ὄνομα μετατίθης πρὸς τὸ κρεῖττον, μέχρι μὲν τῆς φωνῆς ἀνέχομαι, τὸ δὲ πρᾶγμα οὐ δίδωμι. Ἀρετὴν τὴν ἐπιστήμην, εἰ βούλει, κάλει, ἀλλʼ ἐπιστήμην τὴν ἀρετὴν μὴ κάλει. Καὶ γὰρ ψευδὴς ὁ λόγος καὶ ἐπισφαλής, νὴ Δία. Εἴ τις ἔσται τοῖς ἀνθρώποις πίστις, ὅτι θεωρημάτων ἀριθμοὶ καὶ μαθήματα ἄττα ἐπὶ τὴν ψυχὴν ἐλθόντα τὴν ἀρετὴν αὐτοῖς συνεισάγει, πολλοῦ μέντʼ ἂν ἦν ἄξιον τὸ τῶν σοφιστῶν γένος, τὸ πολυμαθὲς τοῦτο καὶ πολύλογον καὶ πολλῶν μεστὸν μαθημάτων, καπηλεῦον ταῦτα, καὶ ἀπεμπολοῦν τοῖς δεομένοις· ἀγορὰ πρόκειται ἀρετῆς, ὤνιον τὸ χρῆμα.