Ancient Greek
7.Subsection b to 7.Subsection l
Maximus of Tyre, Dialexeis 7.Subsection b-5-Subsection l
Not analysed yet
Καὶ περὶ ψυχὴν τὴν ἔχουσαν καλῶς, τὸν αὐτὸν τρόπον, σώζει μὲν ὁ λόγος, σώζεται δὲ |τὰ πάθη· καὶ μετρεῖ μὲν ὁ λόγος, μετρεῖται δὲ τὰ πάθη· καὶ τὸ μὲν σοφίαν τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία. Τάττε δή μοι πᾶν, ὅσον θεωρητικὸν τέχνης εἶδος, κατὰ τὸν λόγον· τὸ δὲ ὑπ᾿ αὐτοῦ κοσμούμενον κατὰ τὰ πάθη· καὶ τὸ μὲν σοφίαν κάλει, ἐπιστήμην οὖσαν· τὸ δὲ ἀρετήν, ὑπὸ ἐπιστήμης γινόμενον. Ἐὰν δὲ μεταθῇς τὰ ὀνόματα, καὶ τὴν ἐπιστήμην ἀρετὴν καλῇς, ἐρήσομαί σε, ὑπὸ τίνος αὕτη γέγονεν· ἐκεῖνο γὰρ ἔσται ἡ ἐπιστήμη, οὐ τὸ ὑπ᾿ αὐτῆς γενόμενον. Τέχνην τεχνῶν τὴν ἐπιστήμην καλεῖς; ἀκήκοα· ἐπιστήμην ἐπιστημῶν; μανθάνω, καὶ ἀποδέξομαι τοῦ λόγου, ἐὰν ἕν τι μοι δῷς μικρὸν πάνυ. Τέχνην τεχνῶν τὴν τέχνην λέγε, ἐπιστήμην ἐπιστημῶν τὴν ἐπιστήμην λέγε· ἀπαλλάγηθι τοῦ ἑτέρου μέρους, καὶ σπένδομαι τῷ λόγῳ. Εἰ δὲ τὴν ἐπιστήμην φυλάττων καὶ ἐξαρων τὰ πάθη, τὸ τούτων σχῆμα τῇ ἐπιστήμῃ δίδως, ὅμοιον δρᾶς· εἴ τις τὴν Φειδίου φυλάξας τέχνην, τὴν ὕλην ἀφελὼν προσθείη τῇ τέχνῃ τὸ τῆς τέχνης ὄνομα. Ἐπιστήμην ἄρχειν βούλει βίου καλοῦ; ‘Ἀρχέτω λόγος’. Ἄρχειν βούλει, ἔστω κοίρανος οὗτος εἶς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω· ἀλλʼ ἄρχει τίνων; τίνας αὐτῷ δίδως ὑπηρέτας; τίνας χιρουργοὺς τῶν πράξεων; τὸ σῶμα; εὐθὺς ὅρα τί δρᾷς· διαπηδᾷς τὴν τάξιν τῶν ἀρχομένων, ἀπὸ τοῦ στρατηγοῦ ἐπὶ τοὺς σκευοφόρους. Οὐχ ὁρᾷς τὸν κόσμον; ὁ στρατηγός, εἶτα οἶ λοχαγοί· καὶ μετὰ τούτους ἐνωμοτάρχαι· εἶτα οἱ ὁπλῖται, οἱ πελτασταί, οἱ τοξόται· καταβαίνει ἡρέμα ἡ ὑπηρεσία ἀπὸ τοῦ ὅλου, ἀπὸ τῶν ἀρίστων ἐπὶ τὰ φαυλότατα.