Ancient Greek · ~7 min
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 8
Maximus of Tyre, Dialexeis 8-2
Not analysed yet
Πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς λόγων. Σω|κράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπταιστος βίος καὶ ὑγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμιλίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δικαστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου, ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλʼ οὔτε ἠδύνατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης. Ἄπαγε, ὦ Ζεῦ καὶ θεοί, ὅμοιον ὡς εἰ καὶ Λεωνίδην τὸν Σπαρτιάτην ἐκεῖνον ἠξίωσεν ἄν τις παραστὰς τοιοῦτος σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ· ὁ δὲ οὐκ ἐδέξατο, ἀλλʼ αὐτοῦ κεῖσθαι σὺν τῇ ἀρετῇ καὶ τοῖς ὅπλοις μᾶλλον, ἢ ζῶν δεῖξαι τὰ νῶτα βασιλεῖ βαρβάρῳ. Τί τοίνυν ἦν ἄλλο ἡ Σωκράτους ἀπολογία, ἢ νώτων ἀποστροφή, καὶ φυγὴ βλημάτων, καὶ εὐπρεπὴς δειλία; τοιγαροῦν ἔμεινεν, καὶ τὴν ἐμβολὴν ἐδέξατο, καὶ ἠρίστευσεν· Ἀθηναῖοι δὲ ᾤοντο αὐτοῦ καταψηφίζεσθαι. Καὶ γὰρ Ξέρξης ᾤετο νικᾶν Λεωνίδην, ἀλλὰ Λεωνίδης μὲν ἀπέθνησκεν, Ξέρξης δὲ ἡττᾶτο· καὶ Σωκράτης μὲν ἀπέθνησκεν, Ἀθηναῖοι δὲ κατεδικάζοντο, δικαστὴς δὲ ἦν αὐτοῖς θεὸς καὶ ἀλήθεια. δὲ Σωκράτους κατὰ Ἀθηναίων γραφή· Ἀδικεῖ ὁ Ἀθηναίων δῆμος, οὓς μὲν Σωκράτης νομίζει θεούς, οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια ἐπεισφέρων· Σωκράτης μὲν γὰρ νομίζει Ὀλύμπιον τὸν Δία, Ἀθη||ναῖοι δὲ Περικλέα· καὶ Σωκράτης μὲν πιστεύει τῷ Ἀπόλλωνι, Ἀθηναῖοι δὲ αὐτῷ ἀντιψηφίζονται. Ἀδικεῖ δὲ ὁ δῆμος καὶ τοὺς νέους διαφθείρων· οὗτος καὶ Ἀλκιβιάδην διέφθειρεν, καὶ Ἱππόνικον, καὶ Κριτίαν, καὶ ἄλλους μυρίους. Ὤ|γραφῆς ἀληθοῦς, καὶ δικαίου δικαστηρίου, καὶ καταδίκης πικρᾶς. Ὑπὲρ μὲν Διὸς ἀσεβουμένου λοιμὸς ἦλθε καὶ ἐκ Πελοποννήσου πόλεμος· ὑπὲρ δὲ νέων διαφθειρομένων Δεκέλεια, καὶ ἡ ἐν Σικελίᾳ τύχη, καὶ ἐν Ἑλλησπόντῳ συμφοραί. Οὕτω δικάζει θεός, οὕτω καταψηφίζεται.