Ancient Greek
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection a-4
Not analysed yet
Δεινῶς γε οἱ ἄνθρωποι στασιωτικοὶ οὐ μέχρι πολιτείας μόνον, οὐδὲ ἀρχῆς, οὐδὲ τῶν ἐν μέσῳ κακῶν, ἀλλὰ καὶ ἐπὶ τὰ εἰρηνικώτατα τῶν ὄντων προεληλύθασιν, ποιητικὴν καὶ φιλοσοφίαν· χρῆμα διττὸν μὲν κατὰ τὸ ὄνομα, ἁπλοῦν δὲ κατὰ τὴν οὐσίαν, καὶ διαφέρον τὸ αὐτοῦ, οἷον εἴ τις ἢ τὴν ἡμέραν ἄλλό τι ἡγήσαιτο πλὴν ἡλίου φῶς πίπτον εἰς γῆν, ἢ τὸν ἥλιον ὑπὲρ γῆς θέοντα ἄλλό τι ἢ ἡμέραν· οὕτω τοι καὶ τὰ ποιητικῆς πρὸς φιλοσοφίαν ἔχει.