Ancient Greek
ΙΓ΄ XIII (Duebn. XIX vulg. 3 B 16), Section 8
Maximus of Tyre, Dialexeis 8-7
Not analysed yet
Ταῦτά μου τὰ μαντεύματα τὴν ψυχὴν ταράττει, καὶ οὔτε καθαρῶς εἰς ὑπεροψίαν ἄγει τῆς μαντικῆς, οὔτε· καθαρῶς τοῖς λογισμοῖς διαπιστεύει· ἀλλʼ ὥσπερ τῶν ἀμφιβίων ζῴων οἱ ὄρνιθες κοινωνοῦσιν τοῦ ἐν ἀέρι δρόμου τοῖς μεταρσίοις, τοιαύτην ὁρῷ καὶ τῷ ἀνθρώπῳ τὴν διαγωγὴν τοῦ βίου, ἀμφίβιον καὶ κεκραμένην ὁμοῦ ἐξουσίᾳ καὶ ἀνάγκῃ· οἵα γένοιτʼ ἂν καὶ δεσμώτῃ ἀνδρὶ ἐξουσία ἑπομένῳ αὐθαιρέτως τοῖς ἄγουσιν· ὥστε ἐγὼ ὑποπτεύω μὲν τὴν ἀνάγκην, ὀνομάσαι δὲ αὐτὴν εὐπόρως οὐκ ἔχω. Κἂν γὰρ πεπρωμένην φῶ, ὄνομα λέγω πλανώμενον ἐν ἀνθρώπων δόξαις· τίς γὰρ ἡ πεπρωμένη; ποίας φύσεως; τίνος οὐσίας; (ζ 150) Εί μέν τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν τῶν δεινῶν σὸν ἔργον, οὐδὲ καθʼ εἱμαρμένην αἰ ἀνθρώπιναι συμφοραί· οὐ γὰρ θέμις ἀνάπτειν θεῶν αἰτίαν κακοῦ· (ζ 153) εἰ δέ τις ἐστὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, ψεύδεται μὲν ὁ Ἐλπήνωρ λέγων, (λ 61) ἆσέ με δαίμονος αἶσα κακή· ψεύδεται δὲ ὁ Ἀγαμέμνων λέγων, (Τ 86/7) ἐγὼ δʼ οὐκ αἴτισς εἰμι, ἀλλὰ Ζεύς, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς.