Ancient Greek
8.Subsection a to 8.Subsection e
Maximus of Tyre, Dialexeis 8.Subsection a-2-Subsection e
Not analysed yet
Θεὸς μὲν οὖν αὐτὸς κατὰ χώραν ἱδρυμένος οἰκονομεῖ τὸν οὐρανὸν καὶ τὴν ἐν οὐρανῷ τάξιν· εἰσὶ δʼ αὐτῷ φύσεις, ἀθάνατοι δεύτεροι, οἱ καλούμενοι δεύτεροι ἐν μεθορίᾳ γῆς καὶ οὐρανοῦ τεταγμένοι· θεοῦ μὲν ἀσθενέστεροι, ἀνθρώπου δʼ ἰσχυρότεροι· θεῶν μὲν ὑπηρέται, ἀνθρώπων δὲ ἐπιστάται· θεῶν μὲν πλησιαίτατοι, ἀνθρώπων δὲ ἐπιμελέστατοι. γὰρ ἂν τὸ διὰ μέσου πολλῷ τῷ θνητῷ πρὸς τὸ ἀθάνατον διετειχίσθη τῆς οὐρανίου ἐπόψεώς τε καὶ ὁμιλίας, ὅτι μὴ τῆς δαιμονίου ταύτης φύσεως, οἷον ἁρμονίας, κατὰ τὴν πρὸς ἑκάτερον συγγένειαν καταλαβούσης δεσμῷ τὴν ἀνθρωπίνην ἀσθένειαν πρὸς τὸ θεῖον κάλλος. Καθάπερ γάρ, οἶμαι, τὸ βαρβαρικὸν τοῦ Ἑλληνικοῦ διήρηται φωνῆς συνέσει, ἀλλὰ τὸ τῶν ἑρμηνέων γένος τὰς παρʼ ἐκατέρων φωνὰς ὑποδεχόμενον καὶ ῾‘διαπορθ πρὸς ἑκατέρους, συνῆψεν αὐτῶν καὶ συνεκέρασεν τὰς ὁμιλίας· οὕτω δʼ ἂν καὶ τὸ δαιμόνων γένος ἐπίμικτον νοεῖται καὶ θεοῖς τε καὶ ἀνθρώποις. Τοῦτο γάρ ἐστιν τὸ ἀνθρώποις προσφθεγγόμενον, καὶ φανταζόμενον, καὶ εἱλούμενον ἐν μέσῃ τῇ θνητῇ φύσει, καὶ ἀπωφελοῦν ὅσα ἀνάγκη δεῖσθαι θεῶν τὸ θνητῶν γένος.