Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection f
Not analysed yet
Πολλὴ δὲ ἡ δαιμόνων ἀγέλη· τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἀθάνατοι, Ζηνὸς πρόπολοι· οἱ μὲν ἰατροὶ νοσημάτων, οἱ δὲ τῶν ἀπόρων σύμβουλοι, οἱ δὲ τῶν ἀφανῶν ἄγγελοι, οἱ δὲ τέχνης συνεργάται, οἱ δὲ ὁδοῦ συνέμποροι· σἱ μὲν ἀστικοί, οἱ δὲ ἀγροικικοί, οἱ δὲ |θαλάττιοι, οἱ δὲ ἠπειρωτικοί· εἴληχεν δὲ ἄλλος ἄλλην ἑστίαν σώματος, ὁ μὲν Σωκράτην, ὁ δὲ Πλάτωνα, ὁ δὲ Πυθαγόραν, ὁ δὲ Ζήνωνα, ὁ δὲ Διογένην· ὁ μὲν φοβερός, ὁ δὲ φιλάνθρωπος, ὁ δὲ πολιτικός, ὁ δὲ τακτικός· ὅσαι φύσεις ἀνδρῶν, τοσαῦται καὶ δαιμόνων· (ρ 485/6) καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·