Ancient Greek
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection a-4
Not analysed yet
Οὗτος γάρ μοι δοκεῖ πολυφωνότατος ὢν καὶ δεινὸς ὁμοῦ τοῖς καλοῖς τὰ αἰσχρὰ ἱστορεῖν, τὰ μὲν ὅπως ἔχωμεν, τὰ δὲ ὅπως φεύγωμεν, τὰ μὲν ἄλλα εὐήθως πάνυ καὶ ἀρχαίως ἐκδιδάσκειν ἰδέσθαι, καὶ ἡ |νιοχεῖν, καὶ τάττειν στράτευμα· ἐν νύσσῃ μὲν παραινῶν ἐγχριμφθῆναι τὸν ἐπὶ λαιᾷ ἵππον, κυκεῶ δὲ Πραμνίου διδοὺς τοῖς κάμνουσιν, τοὺς δὲ κακοὺς ἐν μέσῳ τάττων τῶν ἀγαθῶν, καὶ τοὺς ἱππεῖς διακρίνων τῶν πεζῶν·