Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection a-5
Not analysed yet
Καθάπερ τῶν ποταμῶν οἱ γενναιότατοι ἐξιόντες ἐπὶ τὴν θάλατταν κατὰ μὲν τὴν πρώτην ἐκβολὴν σώζουσιν τὸ ῥεῦμα ἀμιγὲς ἄλλῃ φύσει πικροτέρᾳ, καὶ τοῖς ναύταις θαλαττίοις προσπλεύσασιν ἀκραιφνὲς ποτόν· προελθόντες δὲ οἱ ποταμοὶ πόρρω καὶ εἰσπεσόντες εἰς πέλαγος πλατύ, καὶ παραδόντες τὸ ῥεῦμα ἀνέμοις καὶ κύμασιν καὶ ζάλῃ καὶ κλύδωνι, ἠφάνισαν δι᾿ ἐπιμιξίαν τὴν ἀρχαίαν φύσιν·