Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection b-3
Not analysed yet
οὕτω καὶ τὸ κάλλος τὸ ἄρρητον καὶ ἀθάνατον ἔρχεται μὲν πρῶτον δι᾿ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ σωμάτων, καὶ εἰσπεσὸν ἐκεῖ, ἀκραιφνὲς μένει καὶ ἀμιγὲς καὶ ὁλόκληρον· ἐπειδὰν δὲ ὑπερκύψῃ τοῦ οὐρανοῦ εἰς τὸν δεῦρο τόπον, ἀμβλύνεται καὶ ἀμαυροῦται· καὶ μόλις ἂν αὐτοῦ γνωρίσαι τὴν ἐπιρροὴν πλὴν ναύτης θαλάττιος, συνήθης τῷ ποταμῷ, διὰ μνήμης ἔχων τὴν ἐκείνου φύσιν, ὁρῶν αὐτὴν ἀμυδρὰν ἐν γῇ πλανωμένην καὶ ἀνακεκραμένην ἀλλοτρίᾳ φύσει·