Ancient Greek
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection g-2
Not analysed yet
Ἔδειξεν καὶ τὸν χαμαιεύνην ἔρωτα ἐπὶ τῆς Ἥρας καὶ τοῦ Διός· καὶ τὸν ὑβριστὴν ἐπὶ τῶν μνηστήρων· καὶ τὸν γόητα ἐπὶ τῆς Καλυψοῦς· καὶ τὸν φαρμακέα ἐπὶ τῆς Κίρκης· καὶ τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ, τὸν πόνῳ κτητὸν καὶ χρόνῳ, καὶ μέχρι θανάτου προερχόμενον, νέων καὶ καλῶν ἀμφοτέρων, καὶ σωφρόνων, τοῦ μὲν παιδεύοντος, τοῦ δὲ παι|δευομένου· ὁ μὲν χθεται, ὁ δὲ παραμυθεῖται· ὁ μὲν ἄδει, ὁ δὲ ἀκροᾶται·