Ancient Greek
8.Subsection h to 8.Subsection i
Maximus of Tyre, Dialexeis 8.Subsection h-2-Subsection i
Not analysed yet
ἐρωτικὸν δὲ καὶ τὸ τυχεῖν ἐθέλοντα ἐξουσίας πρὸς μάχην δακρῦσαι ὡς οὐκ ἀνεξομένου τοῦ ἐραστοῦ· ὁ δὲ ἐφίησιν, καὶ τοῖς αὐτοῦ ὅπλοις κοσμεῖ, καὶ βραδύνοντος περιδεῶς ἔχει, καὶ ἀποθανόντος ἀποθανεῖν ἐρᾷ, καὶ τὴν ὀργὴν κατατίθεται· τικὰ δὲ καὶ τὰ ἐνύπνια, καὶ τὰ ὀνείρατα, καὶ τὰ δάκρυα, καὶ τὸ τελευταῖον δῶρον ἤδη θαπτομένῳ ἡ κόμη. Ταῦτα μὲν τὰ Ὁμήρου ἐρωτικά.