Ancient Greek
ΙΓ΄ XIII (Duebn. XIX vulg. 3 B 16), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection b-2
Not analysed yet
οἱ δὲ ἐν μὲν ταῖς τραγῳδίαις ἐχέτωσαν χώραν, οὐ νεμεσῶ τοῖς ποιηταῖς τῶν ὀνομάτων· ἐν δὲ τῷ βίου ὁράματι μήποτε ταῦτα κενά. Ἡ δὲ Ἐρινὺς καὶ ἡ Αἶσα καὶ οἷ δαίμονες καὶ ὅσα ἄλλα διανοίας εἱμαρμένης ὀνόματα, ἔνδον ἐν τῇ ψυχῇ καθειργμένα, καὶ τὸν Ἀγαμέμνονα ἐνοχλεῖ, (Α 412) ὅτ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν· ταῦτα καὶ τὸν Ἐλπήνορα εἰς μέθην ἄγει, ταῦτα καὶ τὸν Θυέστην ὠθεῖ ἐπὶ τὸν τοῦ ἀδελφοῦ γάμον, ταῦτα καὶ τὸν Οἰδίποδα ἐπὶ τὸν τοῦ πατρὸς φόνον, ταῦτα καὶ τὸν συκοφάντην ἐπὶ τὰ δικαστήρια, καὶ τὸν λῃστὴν ἐπὶ τὴν θάλατταν, καὶ τὸν ἀνδροφόνον ἐπὶ τὸ ξίφος, καὶ τὸν ἀκόλαστον ἐφʼ ἡδονάς.