Ancient Greek
9.Subsection c to 9.Subsection d
Maximus of Tyre, Dialexeis 9.Subsection c-3-Subsection d
Not analysed yet
ὗται πηγαὶ συμφορῶν ἀνθρωπίνων· ἐντεῦθεν ῥεῖ τὸ τῶν κακῶν πλῆθος, ὡς ἀπὸ τῆς Αἴτνης τὸ πῦρ ῥεῖ, ὡς ἐξ Αἰθιοπίας ὁ λοιμὸς ῥεῖ; καὶ τὸ μὲν πῦρ ἐπὶ γῆν ῥεῖ, καὶ ὁ λοιμὸς μέχρι τῶν Ἀθηνῶν προελθὼν ἔστη· οἱ δὲ ὀχετοὶ τῆς μοχθηρίας πολλοὶ καὶ ἀέναοι, καὶ δεόμενοι μαντείων πολλῶν καὶ χρησμῶν μυρίων. Τίς ἂν οὖν ἀμάρτοι μαντευόμενος τί τέλος μοχθηρίας; τί τέλος ἀπιστίας; τί τέλος ἀκολασίας; Ταῦτα καὶ Σωκράτης προὔλεγεν, οὐχ ὁ Ἀπόλλων μόνον· διὰ τοῦτο ὁ Ἀπόλλων ἐπῄνει Σωκράτην, ὅτι ἦν ὁμότεχνος αὐτῷ.