Ancient Greek
9.Subsection d to 9.Subsection f
Maximus of Tyre, Dialexeis 9.Subsection d-2-Subsection f
Not analysed yet
καὶ ἵνα σωθῇ ναῦς, καὶ στρατόπεδον, καὶ γῆ, καὶ οἶκος, πράγματα μὲν ὁ κυβερνήτης ἔχει, πράγματα δὲ ἔχει ὁ στρατηγός, πράγματα δὲ ὁ νομοθέτης· ὑπὲρ δὲ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων μερῶν, τίς, ὦ Ἐπίκουρε, βουλεύεται; τίς κυβερνήτης; τίς στρατηγός; τίς νομοθέτης; τίς γεωργός; τίς οἰκονόμος; Ἀλλʼ οὐδὲ ὁ Σαρδανάπαλλος ἀπράγμων ἦν, ἀλλʼ ἐντὸς θυρῶν κατακεκλεισμένος, ἐπὶ σφυρηλάτου κλίνης κείμενος ἐν γυναικῶν χορῷ, ἐβου|λεύετο ὅμως, πῶς σωθῇ Νῖνος, καὶ πῶς Ἀσσύριοι εὐδαιμονῶσιν· σοὶ δὲ ἡ Διὸς ἡδονὴ καὶ τῆς Σαρδαναπάλλου ἐκείνου ἀργοτέρα; Ὤ μύθων ἀπίστων, καὶ μηδεμιᾷ ποιητικῇ ἁρμονίᾳ πρεπόντων.