Ancient Greek
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection c
Not analysed yet
Πίνει μὲν καὶ παῤ Ὁμήρῳ ὁ Ζεύς, ἀλλὰ καὶ δημηγορεῖ, καὶ βουλεύεται, ὡς ἡ τῶν περὶ τὴν Ἀσίαν πραγμάτων χορηγία διὰ βασιλέως ῥεῖ, καὶ ἡ τῶν Ἑλληνικῶν πραγμάτων χορηγία ἐκ τῆς Ἀθηναίων ἐκκλησίας ῥεῖ· βουλεύεται γὰρ ὑπὲρ μὲν||τῆς Ἀσίας ὁ μέγας βασιλεύς, περὶ δὲ τῆς Ἑλλάδος ὁ Ἀθηναίων δῆμος· βουλεύεται καὶ περὶ νεὼς κυβερνήτης, καὶ περὶ στρατοπέδου στρατηγός, καὶ περὶ πόλεως νομοθέτης·