Ancient Greek
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection d-3
Not analysed yet
ὅ, τι γὰρ ἐκείνῳ Ἀλκιβιάδης καὶ Χαρμίδης καὶ Φαῖδρος, τοῦτο τῇ Λεσβίᾳ Γύριννα καὶ Ἀτθὶς Ἀνακτορία· καὶ ὅ τιπερ Σωκράτει οἱ ἀντίτεχνοι, Πρόδικος καὶ Γοργίας καὶ Θρασύμαχος καὶ Πρωταγόρας, τοῦτο τῇ Σαπφοῖ Γοργὼ καὶ Ἀνδρομέδα· νῦν μὲν ἐπιτιμᾷ ταύταις, νῦν δὲ ἐλέγχει, καὶ εἰρωνεύεται αὐτὰ ἐκεῖνα τὰ Σωκράτους· τὸν Ἴωνα χαίρειν (Plat. lon 530 a), φησὶν ὁ Σωκράτης· (fr. 86 Bergk) πολλά μοι τὰν Πολυανακτίθαο παῖδα χαίρειν, Σαπφὼ λέγει·