Ancient Greek
9.Subsection a to 9.Subsection c
Maximus of Tyre, Dialexeis 9.Subsection a-6-Subsection c
Not analysed yet
Ἡσιόδῳ δὲ ἀείδουσιν αἱ μοῦσαι τί ἄλλο ἢ γυναικῶν ἔρωτας, καὶ ἀνδρῶν; καὶ ποταμῶν ἔρωτας καὶ βασιλέων καὶ φυτῶν; Τὸν δὲ Ἀρχιλόχου ἔρωτα, ὑβριστὴς γάρ, χαίρειν ἐῶ. Ὁ δὲ τῆς Λεσβίας (εἴτοι χρὴ πρεσβύτερα τοῖς νέοις εἰκάσαι) τί ἂν εἴη ἄλλο, ἢ αὐτό, ἡ Σωκράτους τέχνη ἐρωτική; Δοκοῦσιν γάρ μοι τὴν καθ᾿ αὑτὸν ἑκάτερος φιλίαν, ἡ μὲν γυναικῶν, ὁ δὲ ἀρρένων, ἐπιτηδεῦσαι. Καὶ γὰρ πολλῶν ἐρᾶν ἔλεγον, καὶ ὑπὸ πάντων ἁλίσκεσθαι τῶν καλῶν·