Ancient Greek
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Subsection viii
Maximus of Tyre, Dialexeis Subsection a-22
Not analysed yet
Θαίη δʼ ἄν, οἴομαι, πρὸς αὐτὸν ἡ Ἀθηνᾶ, ἡ εὑρέτις τοῦ ἔργου τούτου· ῾Ὁρᾷς πέλαγος πλατὺ καὶ ἄπειρον, κεχυμένον ὑπὲρ τῆς γῆς, συνάπτον αὐτῆς τὰ τέρματα, ὧν πρόσθεν οὐδὲ ἀκοὴν εἶχές τε οὐδὲ ἐλπίδα τῆς θέας; ἑκάστῳ δὲ εἶς ἦν τόπος γνώριμος, ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς· φιλία δέ, καὶ ἐπιμιξία, καὶ κοι- νωνία, καὶ ἀμοιβὴ τῆς παρʼ ἑκάστοις εὐπορίας, ἐκποδῶν ἦν, ἕως ὑμῖν τὸ σόφισμα τοῦτο ἐμηχανευσάμην τὴν ναῦν.