Ancient Greek
Subsection a to Subsection g
Maximus of Tyre, Dialexeis Subsection a-6-Subsection g
Not analysed yet
Εἶεν· ἐπεὶ ταύτῃ βασανιστέον τὲ καὶ ἀθρητέον τὸν ἐρωτικὸν καὶ λόγον καὶ ἄνδρα, ἐπιτολμητόν τοι καὶ περὶ Σωκράτους ἐκλογίσασθαι, τί ἦν αὐτῷ ταυτὶ τὰ θρυλούμενα ἐν τοῖς λόγοις; ὁποῖα ἄττα φησὶν περὶ αὑτοῦ ἐκεῖνος, ὅτι ἐστὶν θεράπων τοῦ ἔρωτος, καὶ λευκὴ στάθμη πρὸς τοὺς καλούς, καὶ τὴν τέχνην δεινός. Ἀλλὰ καὶ διδασκάλους ἐπιγέγραπται τῆς τέχνης, Ἀσπασίαν τὴν Μιλησίαν, καὶ Διοτίμαν τὴν Μαντινικήν· καὶ μαθητὰς λαμβάνει τῆς τέχνης, Ἀλκιβιάδην τὸν γαυρότατον, καὶ Κριτόβουλον τὸν ὡραιότατον, καὶ Ἀγάθωνα τὸν ἁβρότατον, καὶ Φαῖδρον τὴν θείαν κεφαλήν, καὶ Λῦσιν τὸ μειράκιον, καὶ Χαρμίδην τὸν καλόν. Ἀποκρύπτεται δὲ οὐδὲν τῶν τοῦ ἔρωτος, οὔτε ἔργον, οὔτε πάθος, ἀλλὰ ἔοικεν πάντα ἑξῆς παρρησιαζομένῳ· πηδᾶν μὲν αὐτῷ τὴν καρδίαν ἐπὶ Χαρμίδῃ καὶ ἥδειν τὸ σῶμα, |ἐπτοῆσθαι δὲ καὶ ἐνθουσιᾶν, καθάπερ τὰς βάκχας, ἐπὶ Ἀλκιβιάδῃ· ἐπεστρέφθαι δὲ ἐπ᾿ Αὐτόλυκον τὰ ὄμματα, ὥσπερ ἐν νυκτὶ ἐπὶ φέγγος. Πόλιν δὲ οἰκίζων ἀγαθῶν ἀνδρῶν, τιθεὶς νόμους τοῖς ἀριστεῦσιν οὐ στέφανον οὐδὲ εἰκόνας, τὰς Ἑλληνικὰς φλυαρίας, δωρεῖται· ἀλλ᾿ ἐξεῖναι φιλεῖν τῷ ἀρίστῳ, εἰ δή τινα ἂν θέλῃ, τῶν καλῶν· ὢ τοῦ θαυμαστοῦ γέρως. Αὐτὸς δὲ δὴ τὸν ἔρωτα, ἀναπλάττων ἐπ᾿ αὐτῷ μῦθον, οἷον καὶ εἶναι λέγει, αἰσχρὸν ἰδεῖν, καὶ πένητα, ἐγγυτάτω τῆς ἑαυτοῦ τύχης, ἀνυπόδητον, χαμαιεύνην, ἐπίβουλον, θηρευτικόν, φαρμακέα, σοφιστήν, γόητα· ἀτεχνῶς οἷα εἰς αὐτὸν Σωκράτην ἔσκωπτον ἐν Διονυσίοις οἱ κωμῳδοί. Ἔλεγε δὲ ταῦτα μόνον οὐκ ἐν μέσοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ οἴκοι καὶ δημοσίᾳ, ἐν συμποσίοις, ἐν Ἀκαδημίᾳ, ἐν Πειραιεῖ, ἐν ὁδῷ ὑπὸ πλατάνῳ, ἐν Λυκίῳ. Καὶ τὰ μὲν ἄλλα ἅπόντα ἀποποιεῖται εἰδέναι, καὶ τούς περὶ ἀρετῆς λόγους, καὶ τὰς περὶ θεῶν δόξας, καὶ τὰ ἄλλα ἅπόντα, ἐφ᾿ οἷς οἱ σοφισταὶ ἐκόμων· τὴν δὲ ἐρωτικὴν τέχνην ὑποδύς, ταύτης καὶ ἐπιστήμων εἶναι, καὶ πραγματεύεσθαι περὶ αὐτὴν ἔλεγεν.