Ancient Greek
Subsection a to Subsection d
Maximus of Tyre, Dialexeis Subsection a-7-Subsection d
Not analysed yet
Δειός τις εἶ, ὦ σοφώτατε Ὀδυσσεῦ, ἐπαινέτης εὐφροσύνης δημωδέστατος, οἵαν καὶ βάρβαρος ἀνὴρ ἐπαινέσαι, καὶ ἄρτι ἐκ Βαβυλῶνος ἥκων, συνήθης πολυτελεῖ τραπέζῃ καὶ οἴνῳ χεομένῳ πολλῷ καὶ ᾠδῇ αὐτοσχεδίῳ· καὶ ταῦτα, ὡς φῆς, ὑπεριδὼν παῤ ἄλλοις τοῦ μελιηδέος λωτοῦ καὶ τῆς Σειρήνων ᾠδῆς.’ Μήποτε οὖν ἔοικέν τι Ὅμηρος αἰνίττεσθαι ἄλλο κρεῖττον, ἢ ὁποῖον τὰ ἔπη λέγοι οὑτωσὶ ἀκούσαντι εὐθύς. Τὸ γάρ τοι κειμένων σιτίων ἀμφιλαφῶν καὶ οἴνου πολλοῦ, ταῦτα μὲν ἐπιθεῖναι ταῖς τραπέζαις, καὶ τὸν οἶνον τῷ κρατῆρι ἔγχεαι, ἔπαινος δ᾿ ἐς τοὺς δαιτυμόνας ἐν τοσαύταις ἡδοναῖς ἀκροωμένους τοῦ ἀοιδοῦ σπουδῇ, εὐσχήμονά τινα ἔοικεν εὐωχίαν διηγεῖσθαι ἡμῖν, οἵαν μιμήσεται ἄν τις νοῦν ἔχων, μεταθεὶς τὰς ἡδονὰς ἀπὸ τῶν αἰσχίστων ἐπὶ τὰ κοσμιώτατα, ἀπὸ τῆς γαστρὸς ἐπὶ τὰς ἀκοάς· ἢ οὐδὲ τοῦτο ἀπόχρη, εὐωχεῖν τὰς ἀκοὰς εἰκῇ καὶ ἀναί |δην, αὐλῶν συρίγγων τ᾿ ἐνοπῇ, καὶ ἀνθρώπων ὁμάδῳ, ἀλλὰ κἀνταῦθα τέχνης δεῖ κατακοσμούσης τὴν ἀκοῆς εὐωχίαν ἁρμονίᾳ δεξιᾷ.