Ancient Greek
Subsection a to Subsection c
Maximus of Tyre, Dialexeis Subsection a-9-Subsection c
Not analysed yet
Ἐπιθυμεῖ ἡ ἀνθρώπου ψυχή, καὶ δέδιεν, καὶ λυπεῖται, καὶ φθονεῖ, καὶ ἄλλοις συνέχεται παντοδαποῖς καὶ ἀλλοκότοις παθήμασιν· στάσιν ὁρᾷς πικρὰν καὶ ἀκήρυκτον· τοιοῦτόν μοι διηγοῦ τὸν πόλεμον, τὸν δὲ Μηδικὸν ἔα· ταύτην μοι διηγοῦ τὴν νόσον, τὸν δὲ λοιμὸν ἔα. Εἰπέ, τίνι ἐπιτρέψω τὴν στρατηγίαν καὶ τὴν ἴασιν; Ἱπποκράτην δὲ ἔα τοῖς σώμασιν καὶ Θεμιστοκλέα τῇ θαλάττῃ· λέγε τὸν ψυχῆς ἰατρόν, λέγε τὸν στρατηγόν. Κἂν ἀπορῇς ἀνδρῶν, ἐπὶ τοὺς θεοὺς ἴθι. Ἔρου μὴ περὶ γῆς δῃουμένης, μήτε περὶ θαλάττης λῃστευομένης, μηδὲ περὶ τειχῶν πολιορκουμένων, μηδὲ περὶ σωμάτων φθειρομένων· σμικρὰ ταῦτα, ἐφήμερα ταῦτα.