Ancient Greek
ΚΒ΄ (Duebn XXVIII vulg. 12), Subsection vii
Maximus of Tyre, Dialexeis Subsection d-2
Not analysed yet
Τμηθήσεται λήϊον, κἂν Πελοποννήσιοι ἀπόσχωνται· λῃστευθήσεται θάλαττα, κἂν Ἀθηναῖοι μὴ ναυμαχῶσιν· ||καταβαλεῖ τὰ τείχη, καὶ εἰ μὴ Φίλιππος, ἀλλʼ ὁ χρόνος· φθαρήσεται τὰ σώματα, κἂν |ἀπέλθῃ ὁ λοιμός· ἀνδρὸς δὲ ἀρετή, πάλιν ἐλθεῖν οὔτε λεϊστή, οὐθʼ ἑλετή. Περὶ ταύτης ἔρου δή, ὅτε ψυχὴ τέμνεται, λῃστεύεται, πολιορκεῖται, νοσεῖ· χρησμοῦ σοι δεῖ, μαντείας σοι δεῖ, εὖξαι τῷ θεῷ· (Α 37) κλῦθί μεν, ἀργυρότοξε, ὃς Χρύσην ἀμφιβέβηκας, κλῦθι, ὦ Ἄπολλον, καὶ Ζεῦ, καὶ εἴ τις ἄλλος θεὸς ἰατικὸς ψυχῆς νοσούσης, (Α 39) εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα, (Α 40) εἰ δήποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα. Ἀκούσεται ὁ Ἀπόλλων τοιαῦτα εὐχομένου θᾶττον, ἢ τοῦ Χρύσου.