Ancient Greek
ΛΓ΄ XXΣIII (Duebn IV vulg. 34 B 1), Subsection vi
Maximus of Tyre, Dialexeis Subsection c-5
Not analysed yet
Τί ἄν οὖν γένοιτο ἀπιστότερον εὐδαιμονίας ἐλεουμένης; Ὧ Ζεῦ καὶ θεοί, πατέρες καὶ ποιηταὶ γῆς καὶ θαλάττης, καὶ ὅσα γῆς καὶ θαλάττης θρέμματα, οἷον τοῦτο ζῷον τῷ δεῦρο τόπῳ καὶ βίῳ ἐγκατεστήσατε; ὡς θρασὺ καὶ ἰταμὸν καὶ λάλον, ἀγαθοῦ ἄπορον, ἔργου ἔρημον, ἡδο νοῖς βοσκόμενον καὶ δημαγωγούμενον; (Ι 40) Aἴθ’ ὄφελεν ἄγονόν τʼ ἔμεναι, ἄγαμόν τʼ ἀπολέσθαι τὸ γένος τοῦτο πᾶν, εἰ μηδὲν ἔξει παρʼ ὑμῶν ἡδονῆς κρεῖττον.