Ancient Greek
ΛΓ΄ XXΣIII (Duebn IV vulg. 34 B 1), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a-17
Not analysed yet
Καὶ πῶς οὐκ ἔχει; ἀποκρινώμεθα γὰρ καθʼ Ὅμηρον ὑπὲρ τοῦ Διός. Ἔχει μὲν γάρ, ἔχει νοῦν καὶ λόγον· συγκέκραται δὲ αὐτῷ ὁ βίος ἐξ ἀθανάτων καὶ θνητῶν πραγμάτων, ὡς ζῴῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ, καὶ παρὰ μὲν θνητῆς πλημμελείας τὸ σῶμα ἔχοντι, ἐκ δὲ τῆς ἀθανάτου ἀπορροῆς τὸν νοῦν λαμβάνοντι. Ἵδιὸν δὲ σαρκῶν μὲν ἡδοναί, νοῦ δὲ λόγος· καὶ κοινὸν μὲν αὐτῷ αἱ σάρκες πρὸς τὰ θηρία, ἰδιον δὲ νοῦς.