Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Subsection ix
Maximus of Tyre, Dialexeis Subsection d-3
Not analysed yet
Ἐπιτολμήσαιμι δʼ ἄν ἔγωγε εἰπεῖν, ὡς οὐδεὶς ἡδονῆς Διογένους ἥν ἐραστὴς ἀκριβέστερος. Οὐχ ἑστίαν ἔνεμεν, ἐπίλυπον γὰρ οἰκονομία· οὐ πολιτείας ἐφήψατο, ἀνιαρὸν γὰρ τὸ χρῆμα· οὐκ ἐπειράθη γάμου, ἤκουεν γὰρ τὴν Ξανθίππην· οὐκ ἐπειράθη παιδοτροφίας, ἐώρα γὰρ τὰ δεινά· ἀλλὰ ἄφετος παντὸς τοῦ δεινοῦ, ἐλεύθερος, ἄφροντις, ἀδεής, ἄλυπος ἐνέμετο τὴν πᾶσαν γῆν, ὡς οἶκον ἕνα, μόνος ἀνθρώ |πων ἡδοναῖς συνὼν ἀφρουρήτοις καὶ ἀταμιεύτοις καὶ ἀφθόνοις.