Ancient Greek
Subsection d to Subsection f
Maximus of Tyre, Dialexeis Subsection d-4-Subsection f
Not analysed yet
Οὐτος ὁ τύραννος ἐπανέστησεν τὰ αἰσχρὰ τοῖς καλοῖς, οὗτος ἐφώπλισεν ἀδικίαν δικαιοσύνῃ, οὗτος μέτρῳ ἀμετρίαν· ὡς ἡ γε χρεία τῶν σωμάτων τὰς αὐτῆς ὀρέξεις οὐ χαλεπῶς ἀναπίμπλησιν. Διψῇ τίς; κρῆναι πανταχοῦ· πεινῇ τίς; φηγοὶ πανταχοῦ. Ἥλιος οὗτος, χλανίδων ἀλεεινότατος· λειμῶνες οὗτοι, θεαμάτων τὰ ποικιλώτατα· ἄνθη ταῦτα, εὐωδίαι φυσικαί. Καὶ μέχρι μὲν τούτων ἐστὶν λαβεῖν ὅρους ἡδονῶν, τὴν χρείαν αὐτήν· ἐὰν δὲ ταῦτα ὑπερβῇς καὶ προσέλθῃς περαιτέρω, δίδως ταῖς ἡδοναῖς δρόμον ἄπαυστον, καὶ τὰς ἀρετὰς ἀποτειχίζεις.