Ancient Greek
ΛΓ΄ XXΣIII (Duebn IV vulg. 34 B 1), Subsection iii
Maximus of Tyre, Dialexeis Subsection c-4
Not analysed yet
πόνων ταῦτα μεστά· ἀλλ οὐδὲν καλὸν |ὑπὸ ῥᾳστώνης γίγνεται. Κἰ δὲ ἕπεται ἡδονὴ τοῖς καλοῖς, δίδωμι τοῦτο· ἑπέσθω, ἀλλʼ ἡγείσθω τὸ καλὸν πανταχοῦ· (Β 204/5) εἶς κοίρανος ἔστω, εἶς βασιλεύς, ἔδωκεν ἄρχειν ὁ Ζεύς. Ἐὰν δὲ μεταθῇς τὴν τάξιν, κοὶ ἄρχῃ μὲν ἡδονή, ἕπηται δὲ λόγος, δίδως τῇ ψυχῇ τύραννον πικρὸν καὶ ἀπαραίτητον, ᾧ δουλεύειν ἀνάγκη, καὶ ὑπηρετεῖν ὑπηρεσίας ἀνεπιτιμήτους καὶ παντοδαπάς, κἂν αἰσχρὰ προστάττῃ, κἂν ἄδικα προστάττῃ. Τί γὰρ ἂν εἴη μέτρον ἡδονῆς ἐπιλαβομένης ἐξουσίας ἐπιθυμημάτων; Ἀκόρεστος γὰρ ὁ τύραννος οὗτος, καὶ τῶν παρόντων ὑπεροπτικός, καὶ τῶν μὴ παρόντων ὀρεκτικός, καὶ διὰ περιουσίαν ἐξαπτόμενος, καὶ ὑπὸ ἐλπίδος κουφιζόμενος, καὶ διʼ εὐπορίαν ἐξυβρίζων.