Ancient Greek
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Subsection vi
Maximus of Tyre, Dialexeis Subsection g-2
Not analysed yet
ἄπειμι, καὶ λαμβάνω τὸ φάρμακον ἑκών᾿ . Ὦ Σώκρατες, ὁρᾷς τι φῆς; ἑκών, ἢ πρὸς ἀκουσίους τύχας εὐπρεπῶς ἵστασαι; ῾Πειθόμενος νόμῳʼ. Τίνι; εἰ μὲν γὰρ τῷ τοῦ Διός, ἐπαινῶ τὸν νομοθέτην· εἰ δὲ τῷ Σόλωνος, τί βελτίων ἦν Σόλων Σωκράτους; Ἀποκρινάσθω μοι καὶ Πλάτων ὑπὲρ φιλοσοφίας, εἰ μηδεὶς αὐτὴν ἐπετάραξεν, μὴ Δίων φεύγων, μὴ Διονύσιος ἀπειλῶν, μὴ τὰ Σικελικὰ καὶ τὰ Ἰώνια πελάγη, ἄνω καὶ κάτω πρὸς ἀνάγκην διαπλεόμενα.