Ancient Greek
214.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 214.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἀλλὰ δοκεῖ τῶν λοιπῶν ἄμεινον ὁρίσασθαι τὴν ῥητορικὴν ὁ οὕτως ὁρισάμενος· „ῥητορικὴ ἐστὶ τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον· “ἀλλ’ ἐπειδή πᾶς 5 ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεται, ἴδωμεν, ποία μὲν λέξις ἀντὶ γένους παρεῖληπται, ποiai δὲ ἀντὶ συστατικῶν διαφορῶν σύγκεινται. Παρεῖληπται τοίνυν τὸ μὲν „τέχνη“ ἀντὶ γένους, τὰ δὲ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν, καὶ τὸ μὲν περὶ λόγου δύναμιν 10 διὰ τὴν τεκτονικὴν καὶ τὰς ἄλλας πρακτικὰς τέχνας, τὸ δὲ ἐν πράγματι πολιτικῷ διὰ τὴν γραμματικὴν καὶ διαλεκτικὴν, τὸ δὲ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον ἐκ τοῦ τέλους παρεῖληπται· οὐ γὰρ πανταχοῦ πείθει ὁ ῥήτωρ, ἀλλ’ ἔσθ’ ὅτε καὶ ἀποτυγχάνει· δεῖ μέντοι τοῦτον 15 τὰ πειθεῖν πεφυκότα διεξιέναι. Ἱστέον δέ, ὅτι πέντε εἰσὶ ῥητορικαί, μία μὲν ἡ πρώτη καὶ κυριωτάτη ἡ ἀντίστροφος τῇ φιλοσοφία, ἥν ἐχρήσατο Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, πειθοῦ γὰρ τινι, καὶ οὐχ ὡς ἔτυχε, τὸ ἀληθὲς 13 ἀπεδείκνυνον, δευτέρα 14 ἡ ἀντίστροφος τῇ 20 πολιτικῇ, ἥς ἥγησαντο 15 Μιλτιάδης καὶ Κίμων καὶ Θεμιστοκλῆς· οὗτοι γὰρ μηδὲν συγγράφοντες ἐπολιτεύοντο· τρίτη ἡ ἀντίστροφος τῇ διαλεκτικῇ, περὶ ἧς ἡμῖν πρόκειται λέγειν, ἥς ἥγησατο Δημοσθένης 16 καὶ Λυκοῦργος καὶ ἄλλοι ῥήτορες· τετάρτη ἡ συκοφαντικὴ, ἥς 25 ἥγησαντο 17 Ἀριστογείτων καὶ Ὑγίμων· πέμπτη ἡ κολακευτικὴ, ἥς ἥγησατο Δημάδης, ναύτης ὢν, ἐπιπληδή-