Ancient Greek
214.3 to 215.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 214.3-215.6
Unproofread scanNot analysed yet
μὲν οὖν τέχνη ἀντὶ γένους εἰληπται, τὰ δὲ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν, καὶ τὸ μὲν πιθανοῦ λόγου διὰ τὴν τεκτονικὴν καὶ τὰς ἄλλας πρακτικὰς τέχνας, τὸ δ’ ἐν πράγματι πολιτικῷ διὰ τὴν γραμματικὴν καὶ διαλεκτικὴν, τὸ δὲ πιθανῶς εἰπεῖν ἐκ τοῦ τέλους παρεῖληπται. Eadem sequuntur paullo post justo loco. ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ σας δὲ τῇ τέχνῃ καὶ ἀλόγως αὐτὴν μετερχόμενος. Ὅτι καὶ παρ’ Ὁμήρῳ ἐγνωσμένον ἦν τὲ τῆς ῥητορικῆς ὀνομα· φησὶ γοῦν, ὡς ἐκ τοῦ Φοίνιχος· Τοῦνεκα μὲ προέηκε διδασχέμεναι τάδε πάντα, Μῦθον τε ἑτῆρ’ ἔμεναι πρηκτῆρα δὲ ἔργων. καὶ οἱ Θεοὶ παρ’ αὐτῷ δημηγοροῦντες εἰσάγονται, ὡς καὶ παρ’ αὐτοῖς δῆλον εἶναι, ῥητορικὴν πολιτεύεσθαι, ἐνθα φησίν· Οἱ δὲ Θεοὶ παρ’ Ζηνὶ καθήμενοι ἠγορώοντο· καὶ ἐν ἡρώσιν ἦν ἡ ῥητορικὴ, ἐνθα φησὶ· Τοῖσι δὲ [Νέστορ], Ἠδυελὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής·