Ancient Greek
220.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 220.3
Unproofread scanNot analysed yet
Ὅτι πρὸς τέσσαρα ἐστὶν ἡμῖν ἡ ῥητορικὴ χρήσιμος· πρῶτον μὲν πρὸς τὴν τῶν ἀληθῶν καὶ δικαίων ἐν τοῖς 10 πολιτικοῖς πράγμασιν ἐπίγνωσιν· δεύτερον, τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πείθειν τοὺς πολλούς, ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, ὧν ἐπαίειν παντελῶς ἀδυνατοῦσι· τρίτον τὸ πρὸς τὰ ἀντικείμενα δύνασθαι διὰ λόγου βοηθεῖν ἑαυτοῖς· τέταρτον τὸ πᾶσαν ἐν λόγοις 15 εὑροίαν, ἥτις πρὸς ἅπασαν ἐπιστήμην ἐστὶ χρήσιμος, ἐκ ταύτης ἡμῖν προσογίνεσθαι.