Ancient Greek
220.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 220.4
Unproofread scanNot analysed yet
Ὅτι μέρη τοῦ πολιτικοῦ λόγου πέντε, προοίμια, διηγήσεις, ἀντιθέσεις, λύσεις, ἐπίλογοι, ὧν τινες τὰς ἀντιθέσεις καὶ λύσεις ἐνὶ καλοῦσιν ὀνόματι, τῷ τῶν ἀγώνων, 20 ὡς γίνεσθαι τὰ μέρη τέσσαρα· καὶ ἐπεὶ τοῦ λόγου τὸ μὲν πραγματικόν ἐστι, τὸ δὲ παθητικόν, τὸ 45 μὲν πραγματικὸν ἔχει τὰς διηγήσεις καὶ τοὺς ἀγῶνας· ἐν τούτοις γὰρ περὶ ζητήματος τῶν πραγμάτων ποιοῦμεθα τοὺς λόγους· 46 τὸ δὲ παθητικὸν ἔχει τὰ προοίμια, 25 καὶ τοὺς ἐπιλόγους· ἐν τούτοις γὰρ πάθος κινοῦμεν τοῖς ἀκροαταῖς, 47 εὔνοιαν μὲν πρὸς ἡμᾶς, ὀργὴν δὲ κατὰ τῶν ἀντιδίκων· τούτοις προστιθέασι πολλάκις οἱ ῥήτορες προκατασκευὴν καὶ παρέκβασιν· ἣν καὶ προδίγησιν ἐνιοὶ καλοῦσι· προοίμιον μὲν οὖν ἐστι, λόγος παρασκευάζων τὸν ἀκροατὴν καὶ οἰκείως διατιθεὶς πρὸς τὸ