Ancient Greek
222.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 222.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ. Ὁ τὸ τῆς ῥητορικῆς βιβλίον συντεταχὼς Ἑρμογένης ἐστιν ὁ Ταρσεύς, ὃς γέγονε μὲν ἐπὶ Μάρκου τοῦ βασιλέως καὶ Ἀριστείδων τοῦ ῥήτορος. ἐπαίδευσε δὲ πρῶτον ἐν Ταρσῷ. διαβὰς δὲ ἐπὶ τὴν Ἀσίαν κάκει παιδεύων τοσοῦτον ἐθαυμάσθη, ὡς καὶ τὸν Μάρκον φοιτῶντα συνεχῶς παρὰ τὸ διδασκαλεῖον ἀκούειν αὐτοῦ· πρὸς ὃν φασὶ καὶ τοῦτο τὸν Ἑρμογένην εἰπεῖν· „ἦκω σοί, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ ἐτι δεόμενος“. Ἐπτακαίδεκα μὲν γὰρ ἐτῶν γεγονὼς γράφει τὸ προκείμενον βιβλίον. εἰς τρίτον δὲ καὶ εἰκοστὸν προελθὼν τὸ περὶ τῶν ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ πέμπτῳ καὶ εἰκοστῷ ἐξἐλάθετο, ὥστε καὶ λέγεται, ἐπ’ αὐτῷ τοὺς ἀντιτέχνους εἰπεῖν, „Ἑρμογένης ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέροσι παῖς“.